Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.45 Dem. 19.49 (English) >>Dem. 19.52

19.47σκέψασθε δὴ τὸ ψήφισμα, δίδωσι γράψας μετὰ ταῦθʼ Φιλοκράτης· ἀκοῦσαι μὲν γὰρ οὑτωσὶ παγκάλως ἔχει· ἐπειδὰν δὲ τοὺς καιροὺς συλλογίσηταί τις ἐφʼ ὧν ἐγράφη, καὶ τὰς ὑποσχέσεις ἃς οὗτος ὑπισχνεῖτο τότε, οὐδὲν ἄλλο φανήσονται πλὴν παραδόντες Φιλίππῳ καὶ Θηβαίοις Φωκέας, μόνον οὐκ ὀπίσω τὼ χεῖρε δήσαντες. Λέγε τὸ ψήφισμα.Ψήφισμα

19.48ὁρᾶτʼ, ἄνδρες Ἀθηναῖοι, τὸ ψήφισμα, ὅσων ἐπαίνων καὶ ὅσης εὐφημίας μεστόν ἐστι, καὶτὴν εἰρήνην εἶναι τὴν αὐτὴν ἥνπερ Φιλίππῳ καὶ τοῖς ἐγγόνοις, καὶ τὴν συμμαχίαν,” καὶἐπαινέσαι δὲ Φίλιππον, ὅτι ἐπαγγέλλεται τὰ δίκαια ποιήσειν.” ἀλλʼ οὐδὲν ἐκεῖνός γʼ ἐπηγγέλλετο, ἀλλὰ τοσούτου γʼ ἔδει ἐπαγγέλλεσθαι ὥστʼ οὐδʼ εἰδέναι φησὶ τί ἂν ποιῶν ὑμῖν χαρίσαιτο. 19.49ἀλλʼ οὗτος ἦν λέγων ὑπὲρ αὐτοῦ καὶ ὑπισχνούμενος. πρὸς δὲ τοὺς παρὰ τούτου λόγους ὡρμηκότας λαβὼν ὑμᾶς Φιλοκράτης ἐγγράφει τοῦτʼ εἰς τὸ ψήφισμα, “ἐὰν δὲ μὴ ποιῶσι Φωκεῖς δεῖ καὶ παραδιδῶσι τοῖς Ἀμφικτύοσιν τὸ ἱερόν, ὅτι βοηθήσει δῆμος Ἀθηναίων ἐπὶ τοὺς διακωλύοντας ταῦτα γίγνεσθαι.” 19.50οὐκοῦν, ἄνδρες Ἀθηναῖοι, μενόντων μὲν ὑμῶν οἴκοι καὶ οὐκ ἐξεληλυθότων, ἀπεληλυθότων δὲ τῶν Λακεδαιμονίων καὶ προῃσθημένων τὴν ἀπάτην, οὐδενὸς δʼ ἄλλου παρόντος τῶν Ἀμφικτυόνων πλὴν Θετταλῶν καὶ Θηβαίων, εὐφημότατʼ ἀνθρώπων τούτοις παραδοῦναι γέγραφεν τὸ ἱερὸν γράψας τοῖς Ἀμφικτύοσιν παραδοῦναι (ποίοις; οὐ γὰρ ἦσαν αὐτόθι πλὴν Θηβαῖοι καὶ Θετταλοί), ἀλλʼ οὐσυγκαλέσαι δὲ τοὺς Ἀμφικτύονας,” οὐδʼἐπισχεῖν ἕως ἂν συλλεγῶσιν,” οὐδὲβοηθεῖν Πρόξενον εἰς Φωκέας,” οὐδʼἐξιέναι Ἀθηναίους,” οὐδὲ τοιοῦτʼ οὐδέν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.45 Dem. 19.49 (English) >>Dem. 19.52

Powered by PhiloLogic